Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.76 Joseph. AJ 3.81 (English) >>Joseph. AJ 3.86

3.79

Ἐπὶ δύο μὲν οὖν ἡμέρας εὐωχούμενοι διῆγον, τῇ τρίτῃ δὲ πρὶν τὸν ἥλιον ἀνασχεῖν νεφέλη τε ὑπεράνω ἀνέσχε τοῦ παντὸς στρατοπέδου τῶν Ἑβραίων οὐ πρότερον τοῦτο ἰδόντων γενόμενον καὶ τὸ χωρίον οὗ τὰς σκηνὰς ἦσαν πεποιημένοι περιέγραφε, 3.80καὶ τοῦ λοιποῦ παντὸς ἐν αἰθρίᾳ τυγχάνοντος ἄνεμοί τε σφοδροὶ λάβρον κινοῦντες ὑετὸν κατῄγιζον, ἀστραπαί τε ἦσαν φοβεραὶ τοῖς ὁρῶσι, καὶ κεραυνοὶ κατενεχθέντες ἐδήλουν τὴν παρουσίαν τοῦ θεοῦ οἷς Μωυσῆς ἔχαιρεν εὐμενοῦς παρατυχόντος. 3.81καὶ περὶ μὲν τούτων ὡς βούλεται φρονείτω ἕκαστος τῶν ἐντευξομένων, ἐμοὶ δὲ ἀνάγκη ταῦτα ἱστορεῖν καθάπερ ἐν ταῖς ἱεραῖς βίβλοις ἀναγέγραπται. τοὺς δὲ Ἑβραίους τά τε ὁρώμενα καὶ ταῖς ἀκοαῖς προσβάλλων ψόφος δεινῶς ἐτάραττεν, 3.82ἀήθεις τε γὰρ ἦσαν αὐτῶν, καὶ περὶ τοῦ ὄρους διαπεφοιτηκὼς λόγος ὡς εἰς αὐτὸ τοῦτο φοιτῶντος τοῦ θεοῦ σφόδρα τὴν διάνοιαν αὐτῶν ἐξέπληττε. κατεῖχον δʼ αὑτοὺς πρὸς ταῖς σκηναῖς ἀχθόμενοι καὶ τόν τε Μωυσῆν ἀπολωλέναι νομίζοντες ὑπʼ ὀργῆς τοῦ θεοῦ καὶ περὶ αὐτῶν ὅμοια προσδοκῶντες. 3.83

Οὕτως δʼ αὐτῶν διακειμένων ἐπιφαίνεται Μωυσῆς γαῦρός τε καὶ μέγα φρονῶν. ὀφθείς τε οὖν αὐτὸς ἀπαλλάσσει τοῦ δέους αὐτοὺς καὶ περὶ τῶν μελλόντων κρείττονας ὑπετίθετο τὰς ἐλπίδας, αἴθριός τε καὶ καθαρὸς ἀὴρ τῶν πρὸ ὀλίγου παθῶν ἦν Μωυσέος παραγεγονότος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.76 Joseph. AJ 3.81 (English) >>Joseph. AJ 3.86

Powered by PhiloLogic